Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 2.21 Dem. 2.24 (English) >>Dem. 2.27

2.23ἀλλʼ, οἶμαι, καθήμεθʼ οὐδὲν ποιοῦντες· οὐκ ἔνι δʼ αὐτὸν ἀργοῦντʼ οὐδὲ τοῖς φίλοις ἐπιτάττειν ὑπὲρ αὑτοῦ τι ποιεῖν, μή τί γε δὴ τοῖς θεοῖς. οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος καὶ πονῶν ἐκεῖνος αὐτὸς καὶ παρὼν ἐφʼ ἅπασι καὶ μήτε καιρὸν μήθʼ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων καὶ πυνθανομένων περιγίγνεται. οὐδὲ θαυμάζω τοῦτʼ ἐγώ· τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν τοῖς πολεμοῦσι προσήκει τοῦ πάντα ποιοῦντος περιῆμεν. 2.24ἀλλʼ ἐκεῖνο θαυμάζω, εἰ Λακεδαιμονίοις μέν ποτʼ, ἄνδρες Ἀθηναῖοι, ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων ἀντήρατε, καὶ πόλλʼ ἰδίᾳ πλεονεκτῆσαι πολλάκις ὑμῖν ἐξὸν οὐκ ἠθελήσατε, ἀλλʼ ἵνʼ οἱ ἄλλοι τύχωσι τῶν δικαίων, τὰ ὑμέτερʼ αὐτῶν ἀνηλίσκετʼ εἰσφέροντες καὶ προυκινδυνεύετε στρατευόμενοι, νυνὶ δʼ ὀκνεῖτʼ ἐξιέναι καὶ μέλλετʼ εἰσφέρειν ὑπὲρ τῶν ὑμετέρων αὐτῶν κτημάτων, καὶ τοὺς μὲν ἄλλους σεσώκατε πολλάκις πάντας καὶ καθʼ ἕνʼ αὐτῶν ἐν μέρει, τὰ δʼ ὑμέτερʼ αὐτῶν ἀπολωλεκότες κάθησθε. 2.25ταῦτα θαυμάζω, κἄτι πρὸς τούτοις, εἰ μηδεὶς ὑμῶν, ἄνδρες Ἀθηναῖοι, δύναται λογίσασθαι πόσον πολεμεῖτε χρόνον Φιλίππῳ, καὶ τί ποιούντων ὑμῶν χρόνος διελήλυθεν οὗτος. ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι μελλόντων αὐτῶν, ἑτέρους τινὰς ἐλπιζόντων πράξειν, αἰτιωμένων ἀλλήλους, κρινόντων, πάλιν ἐλπιζόντων, σχεδὸν ταὔθʼ ἅπερ νυνὶ ποιούντων, ἅπας χρόνος διελήλυθεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 2.21 Dem. 2.24 (English) >>Dem. 2.27

Powered by PhiloLogic